Τετάρτη 26 Ιουνίου 2019

«Εἰς τὰ πέρατα πάντα…»


 

«Εἰς τὰ πέρατα πάντα, διαδραμών, ὁ σοφὸς ὑμῶν φθόγγος, ὡς ἀληθῶς, τοῦ κόσμου πανεύφημοι, τοῦ Κυρίου Ἀπόστολοι, θεογνωσίαν πᾶσι, τρανῶς ἀνεκήρυξε, καὶ τῶν ἐθνῶν τὴν ἄγνοιαν, εἰς γνῶσιν μετήγαγεν· ὅθεν καὶ εἰδώλων, τὴν ἀχλὺν ἐκδιώξας, τὸ φῶς τὸ τῆς γνώσεως, τοῖς ἐν σκότει κατέλαμψε. Διὰ τοῦτο δεόμεθα· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου