«Ἐμεγάλυνας Σωτήρ,
ἐν τῇ οἰκουμένῃ τῶν Κορυφαίων Ἀποστόλων τὰ ὀνόματα,
ἔμαθον τῶν οὐρανῶν τὰ ἄρρητα,
ἔδωκαν τοῖς ἐπὶ γῆς ἰάματα,
καὶ αἱ σκιαὶ αὐτῶν μόναι τὰ πάθη ἐθεράπευον,
ὁ ἐξ ἁλιέων ἐθαυματούργει καὶ ὁ ἐξ Ἰουδαίων ἐθεολόγει,
τῆς χάριτος τὰ δόγματα,
δι' ὧν Εὔσπλαγχνε, δὸς ἡμῖν τὸ μέγα σου ἔλεος».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου