Σάββατο 12 Αυγούστου 2023

Βασίλισσα τῶν οὐρανίων...

Βασίλισσα τῶν οὐρανίων· αὐτὴν σέβονται καὶ προσκυνοῦσιν ὅλα τῶν ἀσωμάτων τὰ τάγματα· οἱ Ἄγγελοι, τὸ καθαρώτατον ἔσοπτρον τῆς ἁγνείας· οἱ Ἀρχάγγελοι, τὸ πολύτιμον σημεῖον τῶν θείων ἀποκαλύψεων· αἱ Ἐξουσίαι, τὸ πανσθενὲς κράτος τῶν πιστῶν· αἱ Δυνάμεις, τὸ ἀκαταμάχητον τεῖχος τῆς Ἐκκλησίας· αἱ Ἀρχαί, τὴν σωτήριον ἀρχὴν τῆς παγκοσμίου ἀπολυτρώσεως· αἱ Κυριότητες, τὴν ὑπερτάτην Κυρίαν τοῦ παντός· οἱ Θρόνοι, τὸν ἔμψυχον θρόνον τοῦ Βασιλέως τῆς δόξης· τὰ Χερουβίμ, τὴν θεοδίδακτον μυσταγωγὸν τῆς ὑψηλῆς γνώσεως· τὰ Σεραφὶμ τὴν ἄσβεστον λαμπάδα τῆς θείας καθαρωτάτης ἀγάπης. Βασίλισσα, τὴν ὁποίαν ἀσπάζεται αὐτὴ ἡ τρισήλιος Θεαρχία· τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ἀνύμφευτον νύμφην· ὁ Υἱὸς καὶ Λόγος τὴν ἀπήρανδρον Μητέρα· ὁ Θεὸς καὶ Πατήρ, τὴν ἠγαπημένην θεόπαιδα· «παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου»...

Ηλίας Μηνιάτης

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου