«Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται.
Βαπτίζεται Χριστὸς μεθ᾽ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος• ἐνίησι τὸν ἁγιασμὸν
τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται• ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ
τοὺς οὐρανοὺς τὸ νοούμενον• διὰ λουτροῦ σωτηρία, δι᾽ ὕδατος τὸ Πνεῦμα• διὰ
καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται• θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα
σοι».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου