«Τὶς μὴ θαυμάσει; τὶς μὴ δοξάσει; τὶς μὴ ὑμνήσει πιστῶς, τῶν
σοφῶν καὶ ἐνδόξων Ἀναργύρων τὰ θαύματα; ὅτι καὶ μετὰ τὴν ἁγίαν αὐτῶν μετάστασιν,
πᾶσι χορηγοῦσι τοῖς προστρέχουσι πλουσίως τὰ ἰάματα, καὶ τὰ τίμια καὶ ἅγια λείψανα
αὐτῶν, βρύουσι τὴν χάριν τῶν ἰάσεων. Ὦ Δυὰς ἁγία! ὦ τίμιαι κάραι! ὦ σοφία καὶ δόξα,
τῆς ἐκ Θεοῦ δοθείσης ἡμῖν χάριτος! Διὸ ὕμνοις ᾄσωμεν τῷ εὐεργέτη Θεῷ, τῷ ἀναδείξαντι
τούτους, εἰς ἰατρείαν τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου